Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικοί Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικοί Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων

24 Μαρτίου 2015

Ορφικός ύμνος Κεραύνιου Διός (θυμίαμα στύρακα)




Ζεῦ πάτερ, ὑψίδρομον πυραυγέα κόσμον ἐλαύνων, στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην, παμμακάρων ἕδρανον θείαις βρονταῖσι τινάσσων, νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων, λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς, βάλλων  ἐς ῥοθίους φλογερούς, βελέεσσι καλύπτων παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοθύμους, πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον, αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν, ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμήν, ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρα οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος, ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα, καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθηι· μαρμαίρει δὲ πρόσωπ᾽ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα   οὐράνιον προκάλυμμα  βάλλεις ἀργῆτα κεραυνόν. ἀλλά, μάκαρ, θυμὸν  κύμασι πόντου ἠδ᾽ ὀρέων κορυφαῖσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες. ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα ζωήν τ᾽ ὀλβιόθυμον, ὁμοῦ θ᾽ ὑγίειαν ἄνασσαν εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον, καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.

18 Μαρτίου 2015

Ορφικός ύμνος Εις Πλούτωνα




Πλούτωνας

Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀμβριμόθυμε, Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ, Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ᾽ ἱερὰ δέξο προθύμως, Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης, πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν· ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν, ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν· ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον τηλέπορον {τ᾽}, ἀκάμαντα, λιπόπνοον, ἄκριτον Ἅιδην κυάνεόν τ᾽ Ἀχέρονθ᾽, ὃς ἔχει ῥιζώματα γαίης· ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμων Εὔβουλ᾽, ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα   νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου τετρώροις ἵπποισιν ὑπ᾽ Ἀτθίδος ἤγαγες ἄντρον δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ᾽ Ἀίδαο. μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής, ἔνθεε, παντοκράτωρ, ἱερώτατε, ἀγλαότιμε, σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς· ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.


Ορφικός ύμνος Ποσειδώνος (θυμίαμα σμύρναν)




Κλῦθι, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, ἵππιε, 
χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν, 
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα, 
ποντομέδων, ἁλίδουπε, βαρύκτυπε, 
ἐννοσίγαιε, κυμοθαλής, χαριδῶτα, 
τετράορον ἅρμα διώκων, 
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ, 
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης, 
κύμασι τερπόμενος θηρσίν θ᾽ ἅμα, πόντιε δαῖμον· 
ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν, 
εἰρήνην, ὑγίειαν ἄγων ἠδ᾽ ὄλβον ἀμεμφῆ.












17 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Ήρας (θυμίαμα αρώματα)




Θεά Ήρα 


Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε, 
῞Ηρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα, 
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς, ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε· 
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· 
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι· πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ᾽ ἀνάσσεις ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα. 
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια, 
ἔλθοις εὐμενέουσα καλῶι γήθοντι προσώπωι.



16 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Διός (θυμίαμα στύρακα)




Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς μαρτυρίαν τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν. 
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε θεῖα, γαῖα θεὰ μήτηρ ὀρέων θ᾽ ὑψηχέες ὄχθοι καὶ πόντος καὶ πάνθ᾽, ὁπόσ᾽ οὐρανὸς ἐντὸς ἔταξε· Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,   παντογένεθλ᾽, ἀρχὴ πάντων πάντων τε τελευτή, σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα, ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ· κλῦθί μου, αἰολόμορφε, 
δίδου δ᾽ ὑγίειαν ἀμεμφῆ εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.

11 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Ρέας (θυμίαμα αρώματα)




Πότνα Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,  ἥτ᾽ ἐπὶ ταυροφόρον  ἱερότροχον ἅρμα τιταίνεις, τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη, μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο, πάντιμ᾽, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα, οὔρεσιν ἣ χαίρεις θνητῶν τ᾽ ὀλολύγμασι φρικτοῖς, παμβασίλεια Ῥέα, πολεμόκλονε, ὀμβριμόθυμε, ψευδομένη, σώτειρα, λυτηριάς, ἀρχιγένεθλε, μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων· 
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ πόντος πνοιαί τε· φιλόδρομε, ἀερόμορφε· ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῆι εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι, λύματα καὶ κῆρας πέμπουσ᾽ ἐπὶ τέρματα γαίης.


Ρέα - Κρόνος

4 Δεκεμβρίου 2014

Ορφικός ύμνος Κρόνου (θυμίαμα στύρακα)




Ἀιθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν, ποικιλόβουλ᾽, ἀμίαντε, μεγασθενές, 
ἄλκιμε Τιτάν, ὃς δαπανᾶις μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός, δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ᾽ ἀπείρονα κόσμον, 
αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε, 
Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος, γέννα, φυή, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ, 
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα, ἀγκυλομῆτα, φέριστε· 
κλύων ἱκετηρίδα φωνὴν πέμποις εὔολβον βιότου τέλος αἰὲν ἄμεμπτον.

Κρόνος

14 Νοεμβρίου 2014

Ορφικός Ύμνος Ηρακλέους (θυμίαμα λίβανον)




Ηρακλής
῞Ηρακλες ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν, καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς, αἰολόμορφε, χρόνου πάτερ,  ἀίδιέ τε  ἐύφρων, ἄρρητ᾽, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα, παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι, παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ, ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας, εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμ[ον], αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον, πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε Παιών, ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν, δώδεκ᾽ ἀπ᾽ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων,   ἀθάνατος, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος· ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων, ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων, 
πτηνοῖς τ᾽ ἰοβόλοις κῆρας χαλεπὰς ἐπίπεμπε.

Ορφικός Ύμνος Πανός (θυμίαμα ποικίλα)





Θεός Πάνας
Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν, 
οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός. ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονε Ὥραις, αἰγομελές, βακχευτά, φιλένθεε, ἀστροδίαιτε, ἁρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπῆι, φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων, αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις, εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν, παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον, κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν, 
ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης. 
σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται, εἴκει δ᾽ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ Ὠκεανός τε πέριξ  
ἐν ὕδασι  γαῖαν ἑλίσσων, ἀέριόν τε μέρισμα τροφῆς, 
ζωοῖσιν ἔναυσμα καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα. 
βαίνει γὰρ τάδε θεῖα πολύκριτα σαῖσιν ἐφετμαῖς· 
ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σαῖσι προνοίαις 
βόσκων ἀνθρώπων γενεὴν κατ᾽ ἀπείρονα κόσμον. 
ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν᾽ ἐπὶ λοιβαῖς εὐιέροις,  
ἀγαθὴν δ᾽ ὄπασον βιότοιο τελευτὴν Πανικὸν  
ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.

13 Νοεμβρίου 2014

Ορφικός ύμνος Φύσεως (θυμίαμα αρώματα)

Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανία, πρέσβειρα, 
πολύκτιτε δαῖμον, ἄνασσα, πανδαμάτωρ, ἀδάμαστε, 
κυβερνήτειρα, παναυγής, παντοκράτειρα,  τιτιμενέα πανυπέρτατε πᾶσιν ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα, ἐννυχία, πολύτειρε, 
σελασφόρε, δεινοκαθέκτι, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα, 
ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή, κοινὴ μὲν πάντεσσιν,
 ἀκοινώνητε δὲ μούνη, αὐτοπάτωρ, ἀπάτωρ, ἐρατή,  πολύγηθε, 
μεγίστη, εὐάνθεια, πλοκή, φιλία, πολύμικτε, δαῆμον, ἡγεμόνη, 
κράντειρα, φερέσβιε, παντρόφε κούρη, αὐτάρκεια, δίκη, 
Χαρίτων πολυώνυμε πειθώ, αἰθερία, χθονία καὶ εἰναλία μεδέουσα,   
πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισι, πάνσοφε, 
πανδώτειρα, κομίστρια, παμβασίλεια, αὐξιτρόφος, 
πίειρα πεπαινομένων τε λύτειρα. πάντων μὲν σὺ πατήρ, μήτηρ, 
τροφὸς ἠδὲ τιθηνός, ὠκυλόχεια, μάκαιρα, πολύσπορος, 
ὡριὰς ὁρμή, παντοτεχνές, πλάστειρα, πολύκτιτε,  ποντία δαῖμον,
 ἀιδία, κινησιφόρε, πολύπειρε, περίφρων, 
ἀενάωι στροφάλιγγι θοὸν ῥύμα δινεύουσα, πάνρυτε, κυκλοτερής, 
ἀλλοτριομορφοδίαιτε, εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα, 
σκηπτούχων ἐφύπερθε βαρυβρεμέτειρα κρατίστη, ἄτρομε, 
πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους, ἀίδιος ζωὴ ἠδ᾽ ἀθανάτη τε πρόνοια· 
πάντα σύ ἐσσι, ἄνασσα· σὺ γὰρ μούνη τάδε τεύχεις.  
ἀλλά, θεά, λίτομαί σε  σὺν εὐόλβοισιν  ἐν ὥραις εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.



Ορφικός ύμνος Σελήνης (θυμίαμα αρώματα)

Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη, 
ταυρόκερως  Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι, 
ἐννυχία, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη, 
αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην, 
αὐγάστειρα, φίλιππε, χρόνου μῆτερ, 
φερέκαρπε, ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα,  
νυχία, πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα, 
ἡσυχίηι χαίρουσα καὶ εὐφρόνηι ὀλβιομοίρωι, λαμπετίη, 
χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα, ἀστράρχη, 
τανύπεπλ᾽, ἑλικοδρόμε, πάνσοφε κούρη, 
ἐλθέ, μάκαιρ᾽, εὔφρων, εὐάστερε, φέγγεϊ τρισσῶι λαμπομένη, 
σώζουσα νέους ἱκέτας σέο, κούρη.



Ορφικός Ύμνος Ήλιου (θυμίαμα λιβανομάνναν)



Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα, 
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, 
αὐτοφυής, ἀκάμα<ς>, ζώιων ἡδεῖα πρόσοψι,
 δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός, 
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, 
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά, 
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων, 
εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσι, 
χρυσολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων, 
ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε, 
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε, φωσφόρε, 
αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν, ἀιθαλής, ἀμίαντε, χρόνου πάτερ, 
ἀθάνατε Ζεῦ, εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα, 
σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς, δεῖκτα δικαιοσύνης, 
φιλονάματε, δέσποτα κόσμου, πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, 
πᾶσιν ἀρωγέ, ὄμμα δικαιοσύνης, ζωῆς φῶς· 
ὦ ἐλάσιππε,   μάστιγι λιγυρῆι τετράορον ἅρμα διώκων·





Ορφικός Ύμνος Άστρων (θυμίαμα άρωμα)





Ἄστρων οὐρανίων, ἱερὸν σέλας ἐκπροκαλοῦμαι εὐιέροις 
φωναῖσι κικλήσκων δαίμονας ἁγ[ν]ούς. 
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, 
ἐγκυκλίοις δίναισι  περιθρόνια κυκλέοντες. 
ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων,
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, 
θνητῶν ἀνθρώπων θείαν διέποντες ἀταρπόν, 
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι, 
οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς, 
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, 
μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε· 
ἔλθετ᾽ ἐπ᾽ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους 
ἐσθλὸν ἐπ᾽ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.





12 Νοεμβρίου 2014

Ορφικός Ύμνος Πρωτόγονου (θυμίαμα σμύρναν)



Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, ὠιογενῆ, 
χρυσέαισιν ἀγαλλόμενον πτερύγεσσι, ταυροβόαν, 
γένεσιν μακάρων θνητῶν τ᾽ ἀνθρώπων, 
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον, 
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος, 
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην πάντη δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον   λαμπρὸν ἄγων φάος ἁγνόν, 
ἀφ᾽ οὗ σε Φάνητα κικλήσκω ἠδὲ Πρίηπον ἄνακτα 
καὶ Ἀνταύγην ἑλίκωπον. ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, 
βαῖνε γεγηθὼς ἐς τελετὴν ἁγίαν πολυποίκιλον ὀργιοφάνταις.




Ορφικός Ύμνος Αιθέρος (θυμίαμα κρόκον)




Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές, 
ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα, 
πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα, 
ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον, 
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, 
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.



7 Νοεμβρίου 2014

Ορφικός Ύμνος Ουρανού (Θυμίαμα λίβανον)






Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, 
πρεσβυγένεθλ᾽, ἀρχὴ πάντων πάντων τε τελευτή, 
κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, 
οἶκε θεῶν μακάρων, ῥόμβου δίναισιν ὁδεύων, 
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, 
ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, 
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε, 
πανδερκές, Κρονότεκνε, μάκαρ, 
πανυπέρτατε δαῖμον, 
κλῦθ᾽ ἐπάγων ζωὴν ὁσίαν μύστηι νεοφάντηι.

1 Νοεμβρίου 2014

Ορφική Ευχή προς Μουσαίον

Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ᾽ ἱερὸν σέλας Ἄστρα τε πάντα· καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ᾽ ἁγνὴ Δημήτηρ τ᾽ ἀγλαόκαρπε Ἄρτεμί <τ᾽> ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά· Ἆρές τ᾽ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα· καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ᾽ ὑπείροχε δαῖμον, ῞Ηβη τ᾽ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ· καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ᾽ ὄνειαρ κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον ῞Ηρην τ᾽, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν· Μνημοσύνην τ᾽ ἐρατὴν Μούσας τ᾽ ἐπικέκλομαι ἁγνὰς ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ᾽ Ἐνιαυτὸν Λητώ τ᾽ εὐπλόκαμον, Θείην σεμνήν τε Διώνην Κουρῆτάς τ᾽ ἐνόπλους Κορύβαντάς τ᾽ ἠδὲ Καβείρους   καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα, Ἰδαίους τε θεοὺς ἠδ᾽ ἄγγελον Οὐρανιώνων, Ἑρμείαν κήρυκα, Θέμιν θ᾽, ἱεροσκόπον ἀνδρῶν, Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον ῏Ημαρ, Πίστιν τ᾽ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν, Ῥείαν τ᾽ ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον Ὠκεανόν τε μέγαν, σύν τ᾽ Ὠκεανοῖο θύγατρας Ἄτλαντός τε καὶ Αἰῶνος μέγ᾽ ὑπείροχον ἰσχὺν καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ μειλιχίους τε θεούς, ἀγαθήν τ᾽ ἐπὶ τοῖσι Πρόνοιαν Δαίμονά τ᾽ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν, Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους καὶ χθονίους καὶ ὑποχθονίους ἠδ᾽ ἐμπυριφοίτους, καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας, Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ᾽ ὀλβιοδώτην Νίκην θ᾽ ἡδυέπειαν ἰδ᾽ Ἀδρήστειαν ἄνασσαν καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην Παλλάδα τ᾽ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ· Μητέρα τ᾽ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω Οὐρανίαν τε θεάν, σύν τ᾽ ἄμβροτον ἁγνὸν Ἄδωνιν Ἀρχήν τ᾽ ἠδὲ Πέρας—τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον— εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας τήνδε θυηπολίην ἱερὴν σπονδήν τ᾽ ἐπὶ σεμνήν.














Ορφικός Ύμνος Νυκτός (Θυμίαμα δαλούς)







Νύκτα ѳεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν
κλῦѳι, μάκαιρα ѳεά, κυαναυγής, ἀστεροφεγγής,
ἡσυχίηι χαίρουσα καὶ ἠρεμίηι πολυύπνωι,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων,
ληѳομέριμν' ἀγαѳή τε πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής,
ἡμιτελής, χѳονία ἠδ' οὐρανία πάλιν αὐτή,
ἐγκυκλία, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις
εἰς Ἀίδην∙ δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν σε, μάκαιρα, καλῶ, πολυόλβιε, πᾶσι ποѳεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλѳοις εὐμενέουσα, φόβους δ' ἀπόπεμπε νυχαυγεῖς. 





30 Οκτωβρίου 2014

Ορφικός Ύμνος Προθυραίας (Θυμίαμα στύρακα)




Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, 
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, θηλειῶν σώτειρα μόνη, 
φιλόπαις, ἀγανόφρον, ὠκυλόχεια, παροῦσα νέαις θνητῶν, 
Προθυραία, κλειδοῦχ᾽, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, 
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, λυσίζων᾽, ἀφανής, 
ἔργοισι δὲ φαίνηι ἅπασι, συμπάσχεις ὠδῖσι καὶ εὐτοκίηισι γέγηθας, 
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις· 
μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ψυχῆς ἀνάπαυμα· 
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι, Ἄρτεμις Εἰλείθυια,  καὶ ἡ σεμνή, 
Προθυραία. κλῦθι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα 
καὶ σῶζ᾽, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.

29 Οκτωβρίου 2014

Ορφικοί Ύμνοι




  Οι Ορφικοί Ύμνοι, ήταν οι ύμνοι που τραγουδούνταν ή απαγγέλλονταν κατά την διάρκεια των Ορφικών Μυστηρίων των αρχαίων Ελλήνων. 

   Τα ορφικά μυστήρια, πολύ πιθανόν, να αναφέρονται στην προετοιμασία του Ορφέα για την κάθοδό του στον Κάτω Κόσμο, στον Άδη, το "βασίλειο των ψυχών", απ' όπου προσπάθησε να φέρει την Ευρυδίκη πίσω στον κόσμο των ζωντανών. Και κατ' επέκταση, στην προετοιμασία των ψυχών για την κάθοδό τους στον Άδη, στον "καθαρμό" τους, στην επικοινωνία, ίσως των ζωντανών με τις ψυχές των νεκρών. Άλλοι, απλά υποστηρίζουν, ότι ο Ορφισμός ήταν μια μυστικιστική θρησκεία ή λατρεία, σχετική με τη λατρεία του Ορφέα. 

  Οι 87 Ορφικοί Ύμνοι, καθώς και η ευχή προς Μουσαίον, είναι θρησκευτικά άσματα που ανήκουν στην Λυρική ποίηση. Το ότι σε αρκετούς από αυτούς περιλαμβάνεται το στοιχείο της αφήγησης για τους Θεούς, τους προσδίδει ενίοτε έναν επικό χαρακτήρα. 

  Οι Ορφικοί Ύμνοι είναι αρχαιότατα κείμενα της Β΄ π.Χ χιλιετίας ως προς το περιεχόμενο, με γλωσσική απόδοση του 6ου π.Χ αιώνα. Το περιεχόμενο των Ορφικών Ύμνων είναι δισυπόστατο: τα φυσικά στοιχεία, εμπεριέχουν και ανθρωπο-μορφισμό, και αντίστοιχα οι θεότητες, διαθέτουν και Συμπαντικό χαρακτήρα.

Το Σύμπαν ολόκληρο εμπεριέχεται και εναρμονίζεται στους Ορφικούς Ύμνους και κοινό παρονομαστή αποτελεί η σχεδόν στερεότυπη ευχή στο τέλος κάθε ύμνου, άμεσα συνδεδεμένη με τον μύστη και δηλωτική της αδιατάρακτης και μυστηριακής σχέσης μεταξύ υμνητή και υμνολογουμένου. 


  • Ορφικά Κείμενα
  • Η Ευχή προς Μουσαίον, είναι ένα κάλεσμα των περισσότερων  θεών των Ελλήνων σε μια και μόνη ιερή σπονδή. Πρόκειται για την περίφημη "Ευχήπου παραδίδει ο μεγάλος αρχαίος Μύστης Ορφέας στον μαθητή του Μουσαίο.


  1. Ορφικός Ύμνος Εκάτης

  2. Ορφικός Ύμνος Προθυραίας 

  3. Ορφικός Ύμνος Νυκτός

  4. Ορφικός Ύμνος Ουρανού

  5. Ορφικός Ύμνος Αιθέρος

  6. Ορφικός Ύμνος Πρωτόγονου

  7. Ορφικός Ύμνος Άστρων

  8. Ορφικός Ύμνος Ήλιου

  9. Ορφικός Ύμνος Σελήνης

  10. Ορφικός Ύμνος Φύσεως

  11. Ορφικός Ύμνος Πανός

  12. Ορφικός Ύμνος Ηρακλέους

  13. Ορφικός Ύμνος Κρόνου

  14. Ορφικός Ύμνος Ρέας

  15. Ορφικός Ύμνος Διός

  16. Ορφικός Ύμνος Ήρας

  17. Ορφικός Ύμνος Ποσειδώνος

  18. Ορφικός Ύμνος Πλούτωνα

  19. Ορφικός Ύμνος Κεραύνιου Διός