Εμφάνιση αναρτήσεων με ετικέτα Αρχαίοι ελληνικοί ύμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αρχαίοι ελληνικοί ύμνοι. Εμφάνιση όλων των αναρτήσεων

24 Απριλίου 2016

Ορφικός ύμνος Απόλλωνος (θυμίαμα μάνναν)


Απόλλων
Ἐλθέ, μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ, Μεμφῖτ᾽, ἀγλαότιμε, ἰήιε, ὀλβιοδῶτα, χρυσολύρη, σπερμεῖε, ἀρότριε, Πύθιε, Τιτάν, Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι, ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε, μουσαγέτα, χοροποιέ, ἑκηβόλε, τοξοβέλεμνε, Βράγχιε καὶ Διδυμεῦ,  ἑκάεργε, Λοξία, ἁγνέ, Δήλι᾽ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον

4 Μαρτίου 2015

Ομηρικοί Ύμνοι: Εἲς Δημήτραν (1)




 Δήμητρ' ἠύκομον, σεμνὴν θεόν, ἄρχομ' ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
5
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
ἄνθεά τ' αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ
λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
10
θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαι
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις:

Ομηρικοί Ύμνοι.



Οι Ομηρικοί Ύμνοι αποτελούν μια συλλογή αρχαίων ελληνικών ύμνων, 

σε μέτρο δακτυλικό εξάμετρο, 

το ίδιο που χρησιμοποιείται στην Ιλιάδα και την Οδύσσεια.


Όμηρος
Στην Αρχαιότητα, οι ύμνοι αυτοί αποδίδονταν στον Όμηρο: η πρώτη αναφορά σε αυτούς σε γραπτό κείμενο γίνεται από τον Θουκυδίδη.


Οι παλαιότεροι από αυτούς γράφτηκαν κατά τον 7ο αιώνα π.Χ. κι έτσι βρίσκονται ανάμεσα στα αρχαιότερα μνημεία της ελληνικής λογοτεχνίας. Παρά το γεγονός ότι οι περισσότεροι Ομηρικοί ύμνοι γράφτηκαν κατά την Αρχαϊκή περίοδο (7ος- 6ος αιώνας π.Χ.), μερικοί θεωρούνται ως έργα της Ελληνιστικής Περιόδου.

30 Δεκεμβρίου 2014

Ελλήνων Ύμνοι : Του Διός





Δωδωναίος Ζευς 


Τον παντοκράτορα Δία θα υμνήσω, 
τον βασιλέα των αθάνατων θεών


και των θνητών ανθρώπων˙ 
ω αμόλυντο Ολύμπιο φως, 

νικητή του πανδαμάτορος Κρόνου, 
άρχοντα των αιωνίων, πηγή της αφθαρσίας,

εσένα που οι βαθύκολπες Νύμφες της Δίκτης παντοδύναμο σε έθρεψαν και οι χαλκοθώρακοι Κουρήτες με ένοπλους χορούς σε σκέπασαν, 

καθώς στα ιερά χώματα της Κρήτης ανδρώθηκες,
σωτήριο δώρο για τους πολύμοχθους θνητούς, 

Ζευ ασπιδοφόρε,πάνσοφε δημιουργέ, πολύτρανε, πολυδόξαστε, πάντιμε, τελεσφόρε,που ορμητικός αναδύεσαι μέσα απ’ τον ουράνιο αιθέρα,
                                                                

17 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Ήρας (θυμίαμα αρώματα)




Θεά Ήρα 


Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε, 
῞Ηρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα, 
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς, ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε· 
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· 
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι· πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ᾽ ἀνάσσεις ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα. 
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια, 
ἔλθοις εὐμενέουσα καλῶι γήθοντι προσώπωι.



16 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Διός (θυμίαμα στύρακα)




Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς μαρτυρίαν τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν. 
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε θεῖα, γαῖα θεὰ μήτηρ ὀρέων θ᾽ ὑψηχέες ὄχθοι καὶ πόντος καὶ πάνθ᾽, ὁπόσ᾽ οὐρανὸς ἐντὸς ἔταξε· Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,   παντογένεθλ᾽, ἀρχὴ πάντων πάντων τε τελευτή, σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα, ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ· κλῦθί μου, αἰολόμορφε, 
δίδου δ᾽ ὑγίειαν ἀμεμφῆ εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.

11 Δεκεμβρίου 2014

Ορφικός Ύμνος Ρέας (θυμίαμα αρώματα)




Πότνα Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,  ἥτ᾽ ἐπὶ ταυροφόρον  ἱερότροχον ἅρμα τιταίνεις, τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη, μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο, πάντιμ᾽, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα, οὔρεσιν ἣ χαίρεις θνητῶν τ᾽ ὀλολύγμασι φρικτοῖς, παμβασίλεια Ῥέα, πολεμόκλονε, ὀμβριμόθυμε, ψευδομένη, σώτειρα, λυτηριάς, ἀρχιγένεθλε, μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων· 
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ πόντος πνοιαί τε· φιλόδρομε, ἀερόμορφε· ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῆι εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι, λύματα καὶ κῆρας πέμπουσ᾽ ἐπὶ τέρματα γαίης.


Ρέα - Κρόνος

4 Δεκεμβρίου 2014

Ορφικός ύμνος Κρόνου (θυμίαμα στύρακα)




Ἀιθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν, ποικιλόβουλ᾽, ἀμίαντε, μεγασθενές, 
ἄλκιμε Τιτάν, ὃς δαπανᾶις μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός, δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ᾽ ἀπείρονα κόσμον, 
αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε, 
Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος, γέννα, φυή, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ, 
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα, ἀγκυλομῆτα, φέριστε· 
κλύων ἱκετηρίδα φωνὴν πέμποις εὔολβον βιότου τέλος αἰὲν ἄμεμπτον.

Κρόνος

3 Δεκεμβρίου 2014

Πρόκλου Ύμνος : Εις Ήλιον




Κλῦθι, πυρὸς νοεροῦ βασιλεῦ, χρυσήνιε Τιτάν, κλῦθι, φάους ταμία, ζωαρκέος, ὦ ἄνα, πηγῆς αὐτὸς ἔχων κληῖδα καὶ ὑλαίοις ἐνὶ κόσμοις ὑψόθεν ἁρμονίης ῥύμα πλούσιον ἐξοχετεύων. κέκλυθι· μεσσατίην γὰρ ἐὼν ὑπὲρ αἰθέρος ἕδρην καὶ κόσμου κραδιαῖον ἔχων ἐριφεγγέα κύκλον πάντα τεῆς ἔπλησας ἐγερσινόοιο προνοίης. ζωσάμενοι δὲ πλάνητες ἀειθαλέας σέο πυρσοὺς αἰὲν ὑπ᾽ ἀλλήκτοισι καὶ ἀκαμάτοισι χορείαις ζῳογόνους πέμπουσιν ἐπιχθονίοις ῥαθάμιγγας. πᾶσα δ᾽ ὑφ᾽ ὑμετέρῃσι παλιννόστοισι διφρείαις Ὡράων κατὰ θεσμὸν ἀνεβλάστησε γενέθλη. στοιχείων δ᾽ ὀρυμαγδὸς ἐπ᾽ ἀλλήλοισιν ἰόντων παύσατο σεῖο φανέντος ἀπ᾽ ἀρρήτου γενετῆρος. σοὶ δ᾽ ὑπὸ Μοιράων χορὸς εἴκαθεν ἀστυφέλικτος· ἂψ δὲ μεταστρωφῶσιν ἀναγκαίης λίνον αἴσης, εὖτε θέλεις· περὶ γὰρ κρατέεις, περὶ δ᾽ ἶφι ἀνάσσεις. σειρῆς δ᾽ ὑμετέρης βασιλεὺς θεοπειθέος οἴμης ἐξέθορεν Φοῖβος· κιθάρῃ δ᾽ ὑπὸ θέσκελα μέλπων εὐνάζει μέγα κῦμα βαρυφλοίσβοιο γενέθλης. σῆς δ᾽ ἀπὸ μειλιχόδωρος ἀλεξικάκου θιασείης Παιήων βλάστησεν, ἑὴν δ᾽ ἐπέτασσεν ὑγείην, πλήσας ἁρμονίης παναπήμονος εὐρέα κόσμον. σὲ κλυτὸν ὑμνείουσι Διωνύσοιο τοκῆα· ὕλης δ᾽ αὖ νεάτοις ἐνὶ βένθεσιν εὔιον Ἄττην, ἄλλοι δ᾽ ἁβρὸν Ἄδωνιν ἐπευφήμησαν ἀοιδαῖς. δειμαίνουσι δὲ σεῖο θοῆς μάστιγος ἀπειλὴν δαίμονες ἀνθρώπων δηλήμονες, ἀγριόθυμοι, ψυχαῖς ἡμετέραις δυεραῖς κακὰ πορσύνοντες, ὄφρ᾽ αἰεὶ κατὰ λαῖτμα βαρυσμαράγου βιότοιο   σώματος ὀτλεύωσιν ὑπὸ ζυγόδεσμα πεσοῦσαι, ὑψιτενοῦς δὲ λάθοιντο πατρὸς πολυφεγγέος αὐλῆς. ἀλλά, θεῶν ὤριστε, πυριστεφές, ὄλβιε δαῖμον, εἰκὼν παγγενέταο θεοῦ, ψυχῶν ἀναγωγεῦ, κέκλυθι καί με κάθηρον ἁμαρτάδος αἰὲν ἁπάσης· δέχνυσο δ᾽ ἱκεσίην πολυδάκρυον, ἐκ δέ με λυγρῶν ῥύεο κηλίδων, Ποινῶν δ᾽ ἀπάνευθε φυλάσσοις πρηΰνων θοὸν ὄμμα Δίκης, ἣ πάντα δέδορκεν. αἰεὶ δ᾽ ὑμετέραισιν ἀλεξικάκοισιν ἀρωγαῖς ψυχῇ μὲν φάος ἁγνὸν ἐμῇ πολύολβον ὀπάζοις ἀχλὺν ἀποσκεδάσας ὀλεσίμβροτον, ἰολόχευτον, σώματι δ᾽ ἀρτεμίην τε καὶ ἀγλαόδωρον ὑγείην, εὐκλείης τ᾽ ἐπίβησον ἐμέ, προγόνων τ᾽ ἐνὶ θεσμοῖς Μουσάων ἐρασιπλοκάμων δώροισι μελοίμην. ὄλβον δ᾽ ἀστυφέλικτον ἀπ᾽ εὐσεβίης ἐρατεινῆς, εἴ κε θέλοις, δός, ἄναξ· δύνασαι δ᾽ ἑὰ πάντα τελέσσαι ῥηιδίως· κρατερὴν γὰρ ἔχεις καὶ ἀπείριτον ἀλκήν. εἰ δέ τι μοιριδίοισιν, ἑλιξοπόροισιν ἀτράκτοις, ἀστεροδινήτοις ὑπὸ νήμασιν οὐλοὸν ἄμμιν ἔρχεται, αὐτὸς ἔρυκε τεῇ μεγάλῃ τόδε ῥιπῇ.


28 Νοεμβρίου 2014

Πρόκλου Ύμνος: Κοινός εις Εκάτη κι Ιανό (ΖΕΥ)





Χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ᾽, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ. τεύχετε δ᾽ αἰγλήεσσαν ἐμοῦ βιότοιο πορείην βριθομένην ἀγαθοῖσι, κακὰς δ᾽ ἀπελαύνετε νούσους ἐκ ῥεθέων, ψυχὴν δὲ περὶ χθονὶ μαργαίνουσαν ἕλκετ᾽ ἐγερσινόοισι καθηραμένην τελετῇσι. ναί, λίτομαι, δότε χεῖρα, θεοφραδέας τε κελεύθους δείξατέ μοι χατέοντι. φάος δ᾽ ἐρίτιμον ἀθρήσω, κυανέης ὅθεν ἔστι φυγεῖν κακότητα γενέθλης. ναί, λίτομαι, δότε χεῖρα, καὶ ὑμετέροισιν ἀήταις ὅρμον ἐς εὐσεβίης με πελάσσατε κεκμηῶτα. χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ᾽, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ.



24 Νοεμβρίου 2014

Πρόκλου Ύμνος: Εις Αθηνάν Πολυμήτιν



Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἡ γενετῆρος πηγῆς ἐκπροθοροῦσα καὶ ἀκροτάτης ἀπὸ σειρῆς· ἀρσενόθυμε, φέρασπι, μεγασθενές, ὀβριμοπάτρη,Παλλάς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ, κέκλυθι· δέχνυσο δ᾽ ὕμνον ἐύφρονι, πότνια, θυμῷ, μηδ᾽ αὔτως ἀνέμοισιν ἐμόν ποτε μῦθον ἐάσῃς, ἡ σοφίης πετάσασα θεοστιβέας πυλεῶνας καὶ χθονίων δαμάσασα θεημάχα φῦλα Γιγάντων· ἣ πόθον Ἡφαίστοιο λιλαιομένοιο φυγοῦσα παρθενίης ἐφύλαξας ἑῆς ἀδάμαντα χαλινόν· ἣ κραδίην ἐσάωσας ἀμιστύλλευτον ἄνακτος αἰθέρος ἐν γυάλοισι μεριζομένου ποτὲ Βάκχου Τιτήνων ὑπὸ χερσί, πόρες δέ ἑ πατρὶ φέρουσα, ὄφρα νέος βουλῇσιν ὑπ᾽ ἀρρήτοισι τοκῆος ἐκ Σεμέλης περὶ κόσμον ἀνηβήσῃ Διόνυσος· ἧς πέλεκυς, θήρεια ταμὼν προθέλυμνα κάρηνα, πανδερκοῦς Ἑκάτης παθέων ηὔνησε γενέθλην· ἣ κράτος ἤραο σεμνὸν ἐγερσιβρότων ἀρετάων· ἣ βίοτον κόσμησας ὅλον πολυειδέσι τέχναις δημιοεργείην νοερὴν ψυχαῖσι βαλοῦσα· ἣ λάχες ἀκροπόληα καθ᾽ ὑψιλόφοιο κολώνης, σύμβολον ἀκροτάτης μεγάλης σέο, πότνια, σειρῆς· ἣ χθόνα βωτιάνειραν ἐφίλαο, μητέρα βίβλων, πατροκασιγνήτοιο βιησαμένη πόθον ἱρόν, οὔνομα δ᾽ ἄστεϊ δῶκας ἔχειν σέο καὶ φρένας ἐσθλάς· ἔνθα μάχης ἀρίδηλον ὑπὸ σφυρὸν οὔρεος ἄκρον σῆμα καὶ ὀψιγόνοισιν ἀνεβλάστησας ἐλαίην, εὖτ᾽ ἐπὶ Κεκροπίδῃσι Ποσειδάωνος ἀρωγῇ μυρίον ἐκ πόντοιο κυκώμενον ἤλυθε κῦμα, πάντα πολυφλοίσβοισιν ἑοῖς ῥεέθροισιν ἱμάσσον. κλῦθί μευ, ἡ φάος ἁγνὸν ἀπαστράπτουσα προσώπου· δὸς δέ μοι ὄλβιον ὅρμον ἀλωομένῳ περὶ γαῖαν, δὸς ψυχῇ φάος ἁγνὸν ἀπ᾽ εὐιέρων σέο μύθων καὶ σοφίην καὶ ἔρωτα· μένος δ᾽ ἔμπνευσον ἔρωτι τοσσάτιον καὶ τοῖον, ὅσον χθονίων ἀπὸ κόλπων αὖ ἐρύσῃ πρὸς Ὄλυμπον ἐς ἤθεα πατρὸς ἐῆος. εἰ δέ τις ἀμπλακίη με κακὴ βιότοιο δαμάζει – οἶδα γάρ, ὡς πολλοῖσιν ἐρίχθομαι ἄλλοθεν ἄλλαις πρήξεσιν οὐχ ὁσίαις, τὰς ἤλιτον ἄφρονι θυμῷ -, ἵλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μ᾽ ἐάσῃς ῥιγεδαναῖς Ποιναῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι κείμενον ἐν δαπέδοισιν, ὅτι τεὸς εὔχομαι εἶναι. δὸς γυίοις μελέων σταθερὴν καὶ ἀπήμον᾽ ὑγείην, σαρκοτακῶν δ᾽ ἀπέλαυνε πικρῶν ἀγελάσματα νούσων, ναί, λίτομαι, βασίλεια, καὶ ἀμβροσίῃ σέο χειρὶ παῦσον ὅλην κακότητα μελαινάων ὀδυνάων. δὸς βιότῳ πλώοντι γαληνιόωντας ἀήτας, τέκνα, λέχος, κλέος, ὄλβον, ἐυφροσύνην ἐρατεινήν, πειθώ, στωμυλίην φιλίης, νόον ἀγκυλομήτην, κάρτος ἐπ᾽ ἀντιβίοισι, προεδρίην ἐνὶ λαοῖς. κέκλυθι, κέκλυθ᾽, ἄνασσα· πολύλλιστος δέ σ᾽ ἱκάνω χρειοῖ ἀναγκαίῃ· σὺ δὲ μείλιχον οὖας ὑπόσχες».


















18 Νοεμβρίου 2014

Πρόκλου Ύμνοι




~ Πρόκλος ~

Ένας  από  τους  τελευταίους  φιλόσοφους, της  Νεοπλατωνικής Αθηναϊκής Ακαδημίας. 



Πρόκλος ο Λύκιος
   Γεννήθηκε  το  412 μ.Χ. στην Κωνσταντινούπολη κι ονομαζόταν  "Λύκιος", διότι  ανατράφηκε στη Λυκία. Σπούδασε  στην Αλεξάνδρεια και Πριν ακόμη συμπληρώσει τα είκοσι, πήγε στην Αθήνα για να παρακολουθήσει τα μαθήματα των πιο διάσημων Πλατωνιστών της εποχής του, του Συριανού και του Πλούταρχου. 


   Υπήρξε ασκητής και θεουργός και θεωρούσε τον εαυτό του, μετενσάρκωση του νεοπυθαγορείου Νικόμαχου. Πίστευε πως δέχεται αποκαλύψεις κι επιδιδόταν με ανεξάντλητο ζήλο, σε θρησκευτικές ασκήσεις.



   Ένα  από  τα  κυριότερα  έργα  του  είναι  η  "Στοιχείωση  Θεολογική ". Σε  αυτό πραγματεύεται  τη  μεταφυσική  διάρθρωση  του  Όντος . Συγκεκριμένα , λέει  ότι : 




Καθετί  που  μετέχει  στο  ΕΝ, είναι  και  ένα  κι  όχι  μείον ένα .
Καθετί  που  γίνεται  ένα , γίνεται  ένα  από  τη  συμμετοχή  τους  στο  ΕΝ.
Καθετί  που  είναι  ενωμένο , είναι  διαφορετικό  από  το  ΕΝ καθεαυτό .
Κάθε  πλήθος έπεται  του  Ενός .



   Πέρα , όμως, από  το  θεωρητικό  υπόβαθρο, ο  Πρόκλος  πιστεύει  στη  θρησκευτική  πρακτική . Έδειξε  ιδιαίτερο  ενδιαφέρον  για  τις  θεουργικές  ιεροτελεστίες , την  αστρολογία  και  την  ανάκληση  θεών. Στο  έργο του  "Θεολογούμενα  Πλάτωνος " ορίζει  τη  θεουργία  ως δύναμη  υψηλότερη  από  κάθε  ανθρώπινη  σοφία, που  περιέχει  όλα τα  αγαθά  της  μαντικής, τις  καθαρτήριες  δυνάμεις  της  μύησης  και γενικά  τις  λειτουργίες  κάθε  κατοχής. Σύμφωνα  με  τον Πρόκλο, η  θεουργία βοηθά  τους  πιστούς,  να  ξεφύγουν  από  την  ειμαρμένη, να  ανέλθουν  μέχρι  το  νοητό  πυρ  και  να  εξασφαλίσουν  την  αθανασία  της  ψυχής . 


   Στη  θεουργία  ο  Πρόκλος  μυήθηκε  από  την  Ασκληπιγένεια , την  κόρη  του  Πλούταρχου  του  Αθηναίου , που  ήταν  επικεφαλής  της  Ακαδημίας  Αθηνών κι  είχε  μυήσει  σε  βάθος  την  κόρη  του  στα  μυστικά  της  θεουργίας. Η Ασκληπιγένεια  τού  αποκάλυψε  τις  παλαιές  μυστηριακές  τελετές  (τα  ιερά  "όργια") και  τη  χαλδαϊκή  μαγεία. Μόνο  αυτή  είχε  αυτές  τις  γνώσεις  από  τότε  που  πέθανε  ο  πατέρας  της. Μετά  τη  μαθητεία  κοντά  της, ο  Πρόκλος  απέκτησε  την  ικανότητα  να  βλέπει  θεία  οράματα, να  προκαλεί  βροχή, ακόμη  και  να  θεραπεύει  ανία τες  ασθένειες. 

  Δάσκαλος  του  Πρόκλου  υπήρξε  και  ο  διάδοχος  του  Πλούταρχου  στην Ακαδημία , ο  Συριανός , με τον οποίο  συνδέθηκε  με  μεγάλη  φιλία . Σώζεται επιτύμβιο  επίγραμμα  όπου  μαρτυριέται  η  ευγνωμοσύνη  του  Πρόκλου  για  τη  διδασκαλία  που  δέχθηκε  από τον Συριανό . Θα  ήθελα να  τελειώσω  με  τα  λόγια  αυτού  του  επιγράμματος  που  έγραψε  ο  ίδιος  ο  Πρόκλος :

 "Πρόκλος  εγώ,  υπήρξα  Λύκιος  στην καταγωγή , αυτόν που  ο  Συριανός  έθρεψε  εδώ  με  τη  διδασκαλία  του  ως διάδοχό  του . Αυτός  ο  κοινός  τάφος  δέχθηκε τα  σώματα  και  των δύο  κι  είθε  να  λάχει  και  στις ψυχές  τους,  τόπος  κοινός". 

   Τα φιλοσοφικά έργα του που έχουν διασωθεί, είναι υπομνήματα σε μερικούς διάλογους του Πλάτωνα (κυρίως στον Τίμαιο), μια πραγματεία Περί της κατά Πλάτωνα θεολογίας, και μια περίληψη της θεολογίας του Πλωτίνου, με πραγματείες για διάφορους κλάδους της φιλοσοφίας από τη δική του σκοπιά. Μερικά από τα μικρότερα έργα του σώθηκαν μόνο σε λατινική μετάφραση. Δείγμα της μαθηματικής και αστρονομικής εργασίας του, είναι ένα σχόλιο στο πρώτο βιβλίο του Ευκλείδη και μια σύντομη πραγματεία, για την αστρονομική διδασκαλία του Ίππαρχου, του Πτολεμαίου και άλλων. 

  Υπάρχουν επίσης έξι επιγράμματά του κι έξι ύμνοι. Αναγνώριζε  πως, μέσα από  τους  θρησκευτικούς  ύμνους  (ελλην . ρίζα υμν = δεσμός , σύνδεσμος ), ο  φιλόσοφος  εγείρει  τη  θεϊκή  φύση  κι  ανοίγει  το  δρόμο προς  την  τελείωση  και  στη  συνέχεια  τη  θέωση . 



    1. Πρόκλου : Εις Μούσας
    2. Πρόκλου : Ύμνος κοινός εις Θεούς
    3. Πρόκλου : Ύμνος εις Θεόν
    4. Πρόκλου : Εις Αθηνάν Πολυμήτιν 
    5. Πρόκλου : Εις Ήλιον
    6. Προκλου : Εις Αφροδίτη
    7. Πρόκλου : Εις Λύκιαν Αφροδίτη
    8. Πρόκλος : Ύμνος κοινός Εκάτης και Ιανού



    Άξιο απορίας, είναι η φράση του γνωστού αρχαιολάτρη νεοπλατωνικού φιλόσοφου, 
    Πρόκλου Λύκιου, που λέει: 

    «δεύτε Δία τον υμέτερον πατέρα, ίνα προσείπητε και υμνήσητε»; 


    Προσέξτε: «τον υμέτερον» κι όχι «τον ημέτερον πατέρα»  
                                 (= Τον δικό σας και όχι τον δικό μας πατέρα)

       Αντίστοιχη φράση, υπαρ είχε πει ο Ιησούς Χριστός, σε μία αντιπαράθεσή του με τους Ιουδαίους, αποκαλώντας τον Αβραάμ «πατέρα τους» και όχι «πατέρα μας»



    Αυτή η διάσταση των απόψεων ορισμένων μορφών της ιστορίας,  δημιουργεί, σε κάθε σκεπτόμενο άνθρωπο, πολλούς προβληματισμούς!




    29 Οκτωβρίου 2014

    Ορφικοί Ύμνοι




      Οι Ορφικοί Ύμνοι, ήταν οι ύμνοι που τραγουδούνταν ή απαγγέλλονταν κατά την διάρκεια των Ορφικών Μυστηρίων των αρχαίων Ελλήνων. 

       Τα ορφικά μυστήρια, πολύ πιθανόν, να αναφέρονται στην προετοιμασία του Ορφέα για την κάθοδό του στον Κάτω Κόσμο, στον Άδη, το "βασίλειο των ψυχών", απ' όπου προσπάθησε να φέρει την Ευρυδίκη πίσω στον κόσμο των ζωντανών. Και κατ' επέκταση, στην προετοιμασία των ψυχών για την κάθοδό τους στον Άδη, στον "καθαρμό" τους, στην επικοινωνία, ίσως των ζωντανών με τις ψυχές των νεκρών. Άλλοι, απλά υποστηρίζουν, ότι ο Ορφισμός ήταν μια μυστικιστική θρησκεία ή λατρεία, σχετική με τη λατρεία του Ορφέα. 

      Οι 87 Ορφικοί Ύμνοι, καθώς και η ευχή προς Μουσαίον, είναι θρησκευτικά άσματα που ανήκουν στην Λυρική ποίηση. Το ότι σε αρκετούς από αυτούς περιλαμβάνεται το στοιχείο της αφήγησης για τους Θεούς, τους προσδίδει ενίοτε έναν επικό χαρακτήρα. 

      Οι Ορφικοί Ύμνοι είναι αρχαιότατα κείμενα της Β΄ π.Χ χιλιετίας ως προς το περιεχόμενο, με γλωσσική απόδοση του 6ου π.Χ αιώνα. Το περιεχόμενο των Ορφικών Ύμνων είναι δισυπόστατο: τα φυσικά στοιχεία, εμπεριέχουν και ανθρωπο-μορφισμό, και αντίστοιχα οι θεότητες, διαθέτουν και Συμπαντικό χαρακτήρα.

    Το Σύμπαν ολόκληρο εμπεριέχεται και εναρμονίζεται στους Ορφικούς Ύμνους και κοινό παρονομαστή αποτελεί η σχεδόν στερεότυπη ευχή στο τέλος κάθε ύμνου, άμεσα συνδεδεμένη με τον μύστη και δηλωτική της αδιατάρακτης και μυστηριακής σχέσης μεταξύ υμνητή και υμνολογουμένου. 


    • Ορφικά Κείμενα
    • Η Ευχή προς Μουσαίον, είναι ένα κάλεσμα των περισσότερων  θεών των Ελλήνων σε μια και μόνη ιερή σπονδή. Πρόκειται για την περίφημη "Ευχήπου παραδίδει ο μεγάλος αρχαίος Μύστης Ορφέας στον μαθητή του Μουσαίο.


    1. Ορφικός Ύμνος Εκάτης

    2. Ορφικός Ύμνος Προθυραίας 

    3. Ορφικός Ύμνος Νυκτός

    4. Ορφικός Ύμνος Ουρανού

    5. Ορφικός Ύμνος Αιθέρος

    6. Ορφικός Ύμνος Πρωτόγονου

    7. Ορφικός Ύμνος Άστρων

    8. Ορφικός Ύμνος Ήλιου

    9. Ορφικός Ύμνος Σελήνης

    10. Ορφικός Ύμνος Φύσεως

    11. Ορφικός Ύμνος Πανός

    12. Ορφικός Ύμνος Ηρακλέους

    13. Ορφικός Ύμνος Κρόνου

    14. Ορφικός Ύμνος Ρέας

    15. Ορφικός Ύμνος Διός

    16. Ορφικός Ύμνος Ήρας

    17. Ορφικός Ύμνος Ποσειδώνος

    18. Ορφικός Ύμνος Πλούτωνα

    19. Ορφικός Ύμνος Κεραύνιου Διός