Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικός Ύμνος Κεραύνιου Διός. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικός Ύμνος Κεραύνιου Διός. Εμφάνιση όλων των αναρτήσεων

24 Μαρτίου 2015

Ορφικός ύμνος Κεραύνιου Διός (θυμίαμα στύρακα)




Ζεῦ πάτερ, ὑψίδρομον πυραυγέα κόσμον ἐλαύνων, στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην, παμμακάρων ἕδρανον θείαις βρονταῖσι τινάσσων, νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων, λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς, βάλλων  ἐς ῥοθίους φλογερούς, βελέεσσι καλύπτων παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοθύμους, πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον, αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν, ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμήν, ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρα οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος, ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα, καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθηι· μαρμαίρει δὲ πρόσωπ᾽ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα   οὐράνιον προκάλυμμα  βάλλεις ἀργῆτα κεραυνόν. ἀλλά, μάκαρ, θυμὸν  κύμασι πόντου ἠδ᾽ ὀρέων κορυφαῖσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες. ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα ζωήν τ᾽ ὀλβιόθυμον, ὁμοῦ θ᾽ ὑγίειαν ἄνασσαν εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον, καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.