Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικός Ύμνος Ηρακλέους. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ορφικός Ύμνος Ηρακλέους. Εμφάνιση όλων των αναρτήσεων

14 Νοεμβρίου 2014

Ορφικός Ύμνος Ηρακλέους (θυμίαμα λίβανον)




Ηρακλής
῞Ηρακλες ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν, καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς, αἰολόμορφε, χρόνου πάτερ,  ἀίδιέ τε  ἐύφρων, ἄρρητ᾽, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα, παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι, παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ, ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας, εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμ[ον], αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον, πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε Παιών, ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν, δώδεκ᾽ ἀπ᾽ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων,   ἀθάνατος, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος· ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων, ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων, 
πτηνοῖς τ᾽ ἰοβόλοις κῆρας χαλεπὰς ἐπίπεμπε.