Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανία, πρέσβειρα,
πολύκτιτε δαῖμον, ἄνασσα, πανδαμάτωρ, ἀδάμαστε,
κυβερνήτειρα, παναυγής, παντοκράτειρα, τιτιμενέα πανυπέρτατε πᾶσιν ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα, ἐννυχία, πολύτειρε,
σελασφόρε, δεινοκαθέκτι, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα,
ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή, κοινὴ μὲν πάντεσσιν,
ἀκοινώνητε δὲ μούνη, αὐτοπάτωρ, ἀπάτωρ, ἐρατή, πολύγηθε,
μεγίστη, εὐάνθεια, πλοκή, φιλία, πολύμικτε, δαῆμον, ἡγεμόνη,
κράντειρα, φερέσβιε, παντρόφε κούρη, αὐτάρκεια, δίκη,
Χαρίτων πολυώνυμε πειθώ, αἰθερία, χθονία καὶ εἰναλία μεδέουσα,
πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισι, πάνσοφε,
πανδώτειρα, κομίστρια, παμβασίλεια, αὐξιτρόφος,
πίειρα πεπαινομένων τε λύτειρα. πάντων μὲν σὺ πατήρ, μήτηρ,
τροφὸς ἠδὲ τιθηνός, ὠκυλόχεια, μάκαιρα, πολύσπορος,
ὡριὰς ὁρμή, παντοτεχνές, πλάστειρα, πολύκτιτε, ποντία δαῖμον,
ἀιδία, κινησιφόρε, πολύπειρε, περίφρων,
ἀενάωι στροφάλιγγι θοὸν ῥύμα δινεύουσα, πάνρυτε, κυκλοτερής,
ἀλλοτριομορφοδίαιτε, εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,
σκηπτούχων ἐφύπερθε βαρυβρεμέτειρα κρατίστη, ἄτρομε,
πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους, ἀίδιος ζωὴ ἠδ᾽ ἀθανάτη τε πρόνοια·
πάντα σύ ἐσσι, ἄνασσα· σὺ γὰρ μούνη τάδε τεύχεις.
ἀλλά, θεά, λίτομαί σε σὺν εὐόλβοισιν ἐν ὥραις εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.