Εμφάνιση αναρτήσεων με ετικέτα Orphic Hymns. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Orphic Hymns. Εμφάνιση όλων των αναρτήσεων

24 Μαρτίου 2015

Ορφικός ύμνος Κεραύνιου Διός (θυμίαμα στύρακα)




Ζεῦ πάτερ, ὑψίδρομον πυραυγέα κόσμον ἐλαύνων, στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην, παμμακάρων ἕδρανον θείαις βρονταῖσι τινάσσων, νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων, λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς, βάλλων  ἐς ῥοθίους φλογερούς, βελέεσσι καλύπτων παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοθύμους, πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον, αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν, ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμήν, ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρα οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος, ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα, καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθηι· μαρμαίρει δὲ πρόσωπ᾽ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα   οὐράνιον προκάλυμμα  βάλλεις ἀργῆτα κεραυνόν. ἀλλά, μάκαρ, θυμὸν  κύμασι πόντου ἠδ᾽ ὀρέων κορυφαῖσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες. ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα ζωήν τ᾽ ὀλβιόθυμον, ὁμοῦ θ᾽ ὑγίειαν ἄνασσαν εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον, καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.

18 Μαρτίου 2015

Ορφικός ύμνος Εις Πλούτωνα




Πλούτωνας

Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀμβριμόθυμε, Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ, Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ᾽ ἱερὰ δέξο προθύμως, Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης, πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν· ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν, ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν· ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον τηλέπορον {τ᾽}, ἀκάμαντα, λιπόπνοον, ἄκριτον Ἅιδην κυάνεόν τ᾽ Ἀχέρονθ᾽, ὃς ἔχει ῥιζώματα γαίης· ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμων Εὔβουλ᾽, ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα   νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου τετρώροις ἵπποισιν ὑπ᾽ Ἀτθίδος ἤγαγες ἄντρον δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ᾽ Ἀίδαο. μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής, ἔνθεε, παντοκράτωρ, ἱερώτατε, ἀγλαότιμε, σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς· ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.


Ορφικός ύμνος Ποσειδώνος (θυμίαμα σμύρναν)




Κλῦθι, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, ἵππιε, 
χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν, 
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα, 
ποντομέδων, ἁλίδουπε, βαρύκτυπε, 
ἐννοσίγαιε, κυμοθαλής, χαριδῶτα, 
τετράορον ἅρμα διώκων, 
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ, 
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης, 
κύμασι τερπόμενος θηρσίν θ᾽ ἅμα, πόντιε δαῖμον· 
ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν, 
εἰρήνην, ὑγίειαν ἄγων ἠδ᾽ ὄλβον ἀμεμφῆ.