Εμφάνιση αναρτήσεων με ετικέτα κουκουβάγια. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα κουκουβάγια. Εμφάνιση όλων των αναρτήσεων

23 Μαρτίου 2015

Ο μύθος της Μεροπίς (κουκουβάγια)



(Α. Λιβεράλις, Μεταμορφώσεων Συναγωγή, 15, 1, 1)


Εὐμήλου τοῦ Μέροπος ἐγένοντο παῖδες ὑπερήφανοι καὶ ὑβρισταὶ Βύσσα καὶ Μεροπὶς καὶ Ἄγρων καὶ ᾤκουν Κῶν τὴν Μεροπίδα νῆσον, ἡ δὲ γῆ πλεῖστον αὐτοῖς ἐξέφερε καρπόν, ὅτι μόνην θεῶν ἐτίμων καὶ ἐπιμελῶς αὐτὴν εἰργάζοντο. Oὗτοι ἀνθρώπων οὐδενὶ συνῆλθον οὔτε εἰς ἄστυ κατιόντες οὔτε πρὸς εἰλαπίνας καὶ θεῶν ἑορτάς, ἀλλ' εἰ μὲν Ἀθηνᾷ τις ἱερὰ ποιῶν ἐκάλεσε τὰς κόρας, ἀπέλεγεν ὁ ἀδελφὸς τὴν κλῆσιν οὐ γὰρ ἀγαπᾶν ἔφη γλαυκὴν θεόν, ὅτι ταῖς αὐτῶν κόραις ὀφθαλμὸς ἐνῆν μέλας, ἐχθαίρειν δὲ παράπαν γλαῦκα τὴν ὄρνιν εἰ δὲ καλοῖεν παρὰ τὴν Ἄρτεμιν, 
νυκτίφοιτον ἔλεγε μισεῖν θεόν εἰ δὲ πρὸς Ἑρμοῦ σπονδάς, κλέπτην ἔλεγεν οὐ τιμᾶν θεόν.